
Hosted by Leandros Corieltauvorum and Josep Barcinonensis · EL

χαίρετε, ὦ ἀκροαταί! Listen to the latest episode in which we discuss another poem by Anacreon.:ἐρῶ τε δηὖτε κοὐκ ἐρῶκαὶ μαίνομαι κοὐ μαίνομαι.ἐρῶμαι καὶ οὐ μαίνομαιὁ ἐραστὴς ἐρᾷ τοῦ ἐρωμένου.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosSupport the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com

χαίρετε, ὦ ἀκροαταί! Here is the first of a few episodes discussing Anacreon's poetry, beginning with the following short poem:χαῖρε, ὦ φίλον φῶς,χαριέντι μειδιῶν προσώπῳ.Enjoy the episode,Josep & LeandrosCaveats: ποιηταὶ οὐκ ἐσμέν!Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com

χαίρετε, ὦ ἀκροαταί! Here is the 1st episode of the new season in which we discuss the languages we can speak... and those we can't!καλῶς ὑμῖν γένοιτο,Josep & LeandrosP.S. As of this season the podcast will be released monthly. Look out for #95 on 17/10/25 when we will begin a run of episodes on Ancient Greek poetry in the countdown to #100, stay tuned!Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com

χαίρετε, ὦ ἀκροαταί! Here is the 4th and final part of our series on Plato's account of Atlantis from Critias. The podcast will be taking a break over August with the new season due to begin on the 19th of September. However, if you can't wait until then, the new episodes are already available on our Patreon page: https://www.patreon.com/c/Hellenizdein καλὸν θέρος καὶ εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the two sections discussed:120 δ. ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον: τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλ᾽ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετ᾽ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις. ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντ᾽ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν.ἐπεὶ δ᾽ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι. θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν…Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com

χαίρετε, ὦ ἀκροαταί! Here is the third part of our series on Plato's Atlantis. This time we talk about Poseidon's children who ruled the island.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the sections from Critias which we recite and discuss:(113ε) αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς. παίδων δὲ ἀρρένων πέντε γενέσεις διδύμους γεννησάμενος ἐθρέψατο, καὶ τὴν νῆσον τὴν Ἀτλαντίδα πᾶσαν δέκα μέρη κατανείμας τῶν μὲν πρεσβυτάτων τῷ προτέρῳ γενομένῳ τήν τε μητρῴαν οἴκησιν καὶ τὴν κύκλῳ λῆξιν, πλείστην καὶ ἀρίστην οὖσαν, ἀπένειμε, βασιλέα τε τῶν ἄλλων κατέστησε, τοὺς δὲ ἄλλους ἄρχοντας, ἑκάστῳ δὲ ἀρχὴν πολλῶν ἀνθρώπων καὶ τόπον πολλῆς χώρας ἔδωκεν. ὀνόματα δὲ πᾶσιν ἔθετο, τῷ μὲν πρεσβυτάτῳ καὶ βασιλεῖ τοῦτο οὗ δὴ καὶ πᾶσα ἡ νῆσος τό τε πέλαγος ἔσχεν ἐπωνυμίαν, Ἀτλαντικὸν λεχθέν, ὅτι τοὔνομ᾽ ἦν τῷ πρώτῳ βασιλεύσαντι τότε Ἄτλας.(114β) τῷ δὲ διδύμῳ μετ᾽ ἐκεῖνόν τε γενομένῳ, λῆξιν δὲ ἄκρας τῆς νήσου πρὸς Ἡρακλείων στηλῶν εἰληχότι ἐπὶ τὸ τῆς Γαδειρικῆς νῦν χώρας κατ᾽ ἐκεῖνον τὸν τόπον ὀνομαζομένης, Ἑλληνιστὶ μὲν Εὔμηλον, τὸ δ᾽ ἐπιχώριον Γάδειρον, ὅπερ τ᾽ ἦν ἐπίκλην ταύτῃ ὄνομ᾽ ἂν παράσχοι.Support the podcast and get access to episodes in advance as well as bonus materials such as listening exercises and episode transcripts: https://www.patreon.com/Hellenizdein Follow us on “Twitter”: https://x.com/ancientgreekpod Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social Join our Facebook group: https://www.facebook.com/groups/604916774052809 Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/ Send us an email: theancientgreekpodcast@gmail.com

χαίρετε, ὦ ἀκροαταί! Here is part 2 of our series on Plato's Atlantis. This time we are talking about the founding of the island by Poseidon.εὐωχεῖσθε τοῦ ἐπεισοδίου!Josep & LeandrosHere are the sections discussed:(113 β) καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου. (113 δ) τούτῳ δ᾽ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ: Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην. ἤδη δ᾽ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς.Check out Ioannes Stratakis' audiobook of Plato's Critias as mentioned in the episode:https://ancientgreek.eu/audiobooks/plato-critias.html